τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσααὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣςὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλωνἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴαςὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισικεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶνἈτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσηςδίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντεςτόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστοςλωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινονἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτωνἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντεςφοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳχωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃεἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖαἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶριςπὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσιπάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼςτύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν