ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχωνΛήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶνἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλονἈργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδεἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτηςυἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμειαἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηοςυἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶοἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντοὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλονναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·