νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺςκούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσαςΛυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόενταΔήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευεζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτοκαὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρνηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος ἌρηοςἸφίκλου υἱὸς πολυμήλου Φυλακίδαοαὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάουὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείωνἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶδεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνηνΒοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶνΕὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶνἌλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντοκαὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼςἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκονταἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.