οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα ΛύκαστονΦαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεΜηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τεἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντεςΛίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντοςπέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκταἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείραςβῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοιυἱέες υἱωνοί τε βίης Ἡρακληείης.αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθενἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσαςΝιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτοςΝιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθετῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τεκαὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθηνΘεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.