τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺΑἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλονῬίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπηνκαὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴνΣτύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃἈρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωννῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντονἈτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιονὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσαπέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳνῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθηνυἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴςυἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράωννήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος ἌρηϊΦυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλονκαὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ ΠυλήνηνΧαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·