Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδηςκαὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼςΜηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρονἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴνκαὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν ΓονόεσσανΠελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντοΑἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,τῶν ἑκατὸν νηῶν ἦρχε κρείων ἈγαμέμνωνἈτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοιλαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸνκυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσινοὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαοςἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼςὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷτίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴνκαὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺκαὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιονκαὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαιἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆςΟἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶΜοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴνθεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·