οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴαςμείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴαςἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τεΒῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰςΤάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντοΛοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες ἌβαντεςΧαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ ἹστίαιανΚήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος ἌρηοςΧαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντεςαἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσιθώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρονδῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνηθρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονταικοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρκοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσανἙρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,