ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιοθυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχονἈρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσανΣχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε ΜίδειανΝῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃκοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηοςοὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσαἌρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχονυἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσανΚρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,