ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσεκηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆεςθῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνηαἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶνὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳκαρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαιἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕληνοὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιοαἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰχηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρωνἈσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθραἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσικλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάωνἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼνσμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντιμυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰαἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσινὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρεςῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθαὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνωνὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων