ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνακαλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶσὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν ὌλυμπονΖηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσεκηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντωνΝεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειροςἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳεἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺςπανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιανΤρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντεςἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπανταςἭρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπταιἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼνᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστηΝέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςεἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε