εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνωνπίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίωνμὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖνπρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθροναἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαιχαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροιπρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖταδαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸνἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνωνλαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶνἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.