οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶνἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλοντοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτοςχερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρηςἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειταΤρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸνεἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφινἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσωμιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειταἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμαἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπειπαντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων