ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺςὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴνὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶαὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆεςσμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθενηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶνσπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχοςεὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴνἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶννόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιογνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωναἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινονἈργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντεςἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαιπρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαιἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·