ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶνμῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶπᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέστανἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιοἼλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκεςἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιοἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαιχειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸςἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺςἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπηςαἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμενἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντεςμάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶνἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺςἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβαςκαλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸςσμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτεςὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.