ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλονἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶνἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσινἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσωπεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμωπλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστησκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργεβουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρνεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺςἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνηεἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,