οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκιςοὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεωσκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲαὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάωνἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσηςαἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδημάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισινἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμωκυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθεφοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκεςεἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶπρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσειΤρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικενἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶοἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεναὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηταιἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶταἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.