Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶνἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντονἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνηςἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖανφεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτεἈργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶνἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσεκῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼνδέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείητὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,