ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαιἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τεὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας ἈχαιῶνΤρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροιπολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλονταἸλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκναεἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργοναὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινεπᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσηςπόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τεὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼνλάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷνῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίηἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευονἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκενοἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθηεἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖανἈργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν