ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶεὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆατιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαοπάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺςπανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιανΤρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντεςἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπανταςἭρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανενεὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώςΝέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδραᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺςπανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιανΤρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντεςἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπανταςἭρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπταιἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθηαἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦτὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳνήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τεΤρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.