ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαιἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοισύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπονκαί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδειπίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνειβλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστονἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸνἭρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,ἤματι τῷ ὅτʼ ἔμελλε βίην ἩρακληείηνἈλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυιαἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξεινὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸςτῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδηἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·