σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκονοἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶνκαὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντεΤυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺςἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃοὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειονἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρθυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδαςδυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺςδηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περθυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσονὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼναἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴωἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσιδηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶμῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωναὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηοςἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικενὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.