ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆαἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵπποςΞάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτηζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖςαἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τεΤρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷμόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαινόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπηςοὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.