θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼνχαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶνἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσελαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορδῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνωνδύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τεεἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃκαιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφισταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαιπόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανεκαλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείραςκρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπενἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραιχρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχοςβριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶνπάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε ΧείρωνΠηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντεςζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺςγαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσωκολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴνχειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσενΑὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺςτεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης