σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβειχήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳεἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπειοἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιοαὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃΣκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστακτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαντεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαιγήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶλυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράωνἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοιοἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴνστάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳοὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶαὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊνέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴνστάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονταιψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαινηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι