ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσεστήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶνἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρεἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺςἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιοκουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶνἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκεςΠάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντολισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτοςἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος ὈδυσσεὺςΝέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξτέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷτέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρωναὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκαςαἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ ἈχαιοὶΤρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,