βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίαςἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλανταἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνωνἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴνκάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼνεὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇἈργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστοςΓῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖανἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖενπολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμαῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺςἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσινἈτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρηνἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺςἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,