ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηταικαὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσενἝκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγενῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶννήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντιτεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείηοὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτοςὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷκεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροιμύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμηνπολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλανταΖεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάνταπίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσινηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνταιμεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλονἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλληνλαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηταινηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντεςΤρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιοΦυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τεκαὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·