σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνειδίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆςἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖαπρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθιὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνωνοἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰςμή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθωπιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆαἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺςμιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶραἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶνδῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊχθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶνκάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνονἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,