Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξειΕὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαοσὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιοχωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκονμή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντααὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντοςχειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτοἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος ἝκτωρἈργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼνχθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντεςοἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνονδῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμηςαἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόνταςοὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηταιἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦνήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας ἈχαιῶνΤρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσταιφύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγεςἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς