Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάωνὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸνκλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροιμύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περκεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξοκαλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκεπρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτληἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺςὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσεδεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσωναὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲςἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶςδείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸνμυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰςεὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλαμυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺςμῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶναἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸνστάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς