Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρωνἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρδῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαικαλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶραἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσιναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴηπαιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτιςοἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγεζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρπρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳκτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρηςἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισιτοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνωνἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτοκαὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιοἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείωἝκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴΖεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,