ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλοςτερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸςφορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺςμολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖοἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖανκαλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντοςτεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.