ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴνκαλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσεκασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντεςπλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδελεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇμολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲπὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσιτέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσιταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼςἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείηνἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆεςαὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήειςἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃΔαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαιὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶναςεἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίραςεἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσιῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν