ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶνδέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆεςτερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτατάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶνεἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππωνβάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουρανεὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνουδόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοιἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθεπαῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντεςἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇσκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκεςδεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.