πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος ὨρίωνοςἌρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπωνκαλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάωνἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιναὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκεςἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκοςὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆςἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναιδήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντεςεἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶντεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαικτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκναῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνηἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι