οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιοἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ ἈχαιοὺςΤρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζεεἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντεςἈργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλωνπολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸνἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθαυἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειανκαὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίαςκαὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖροςΤρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμηννόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτεἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσωνπαντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τεκαὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειταθῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τεπάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴντρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.