Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρειακαὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ ἈγαυὴΔωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τεΔεξαμένη τε καὶ Ἀμφινόμη καὶ ΚαλλιάνειραΔωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ ΓαλάτειαΝημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ ἸάνασσαΜαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθειαἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαιστήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαιεἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τεἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆςνηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσωΤρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτιςοἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιοἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσωὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇδακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσηςῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντοἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶΜυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσταιἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼνπάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶνσεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος