πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμουςἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖοἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλοςᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼπάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστηχωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάνταλάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυαὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζεχωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτιχρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴκαὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρωνπλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶαἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσενΑἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴνπολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷκεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τεἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆςνηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσωΤρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις