αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτιςκέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζαἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισιχάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσαςσπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχενἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶναἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πωδαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνοςκαλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶαἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλουκαλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόνταμητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησεκρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳΕὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,