πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶνεἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳθαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξεινἼλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαιαὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσανταδέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺςοὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαιτεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσωΤρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποικλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷπιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺςἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχισταΠάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψανἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ ἈχιλῆαΜυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρηἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖοἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·