παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποιπάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴνκτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεωκῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντεςνηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγεφεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντηνστήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαννήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶπαννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιοχεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρουπυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,