ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶφυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνηςχωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτληἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺςἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύεινΠανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγεἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖανἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳτόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύωνἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσειμίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωναἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόνταςαὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸνγνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴνὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονταιΤρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοιὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαιμακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντεςστησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσινἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους