τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνηὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάωνχρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηταιτηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντιπυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴγίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺςμίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνηφθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποιἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρδεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνοςδαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοιἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντεςκάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροιμυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺςδάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρονκείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφινἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρηπέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·