ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανταιποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰἝκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶριςἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαικρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσινοἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσανΤρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγεπῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθωΠάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλοςἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαιπρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιοΤρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν