κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπωνἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάωνδάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστιτειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονταιχάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωραὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημιδηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηοςπρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντιτεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπονὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπονεἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσινυἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζαἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶθεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιοφεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποιἝκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴννεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼςἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτεστάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.