ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράωντὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶνηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπεΜυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖοχερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸςσχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸςδάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆςπεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονταιγυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσανχεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶςκεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τεθυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζεἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαιστήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβωνχεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντοπᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τεΝησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις