Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνωτὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃκείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιοἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰΠάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαιαἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαιὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηταιἝκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμηςκαὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸνΠηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸντόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸνἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνταιἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορπαχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρωνπαπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσηςθαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος