μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντοὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεΤρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳβλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντονύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺςσταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτληπρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιονῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφινἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶνὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοιἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάωνἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντεςἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸνἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸςτείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθενΑἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθραἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησιπλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσωΤρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλισταΑἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶνοὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντακίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶνοὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον