εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσηςθαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαιλυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωνταγιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος ἈχαιῶνΠάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶνεἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃγυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσεδακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳΛαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιοΠηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸςτειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθενἈντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσινἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴωνῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶΤρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκανεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθενῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ