Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαιλυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαιζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόνταεἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαιπάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζωνἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντεςἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαοςἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τενῦν τις ἐνηείης Πατροκλῆος δειλοῖομνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναιζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασινὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξθάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼπάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,